ομάδα 4

 

ΑΝ. Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,

ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν

ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;

Οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ ἄτης ἄτερ

(5) οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’, ὁποῖον οὐ

τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν.

Καὶ νῦν τί τοῦτ’ αὖ φασι πανδήμῳ πόλει

κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;

Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει

(10) πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;

 

ΙΣ. Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων

οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’ ἐξ ὅτου

δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,

μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί·

(15) ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς

ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον,

οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη.

 

ΑΝ. Ἤιδη καλῶς, καί σ’ ἐκτὸς αὐλείων πυλῶν

τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις.

 

(20) ΙΣ. Τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ’ ἔπος.
 

ΑΝ. Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δ’ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ
χρησθεὶς δικαίᾳ καὶ νόμῳ, κατὰ χθονὸς
(25) ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς,
τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
(30) θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν
(35) οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ,
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτ’ εὐγενὴς πέφυκας, εἴτ’ ἐσθλῶν κακή.

 

το κείμενο και δύο μεταφράσεις εδώ 0.2metafrasis-1-38.doc (49 kB)